Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.10.2 | Hdt. 1.11.5 (English) | >>Hdt. 1.14.1 |
1.11.3 ἀλλʼ ἤτοι κεῖνόν γε τὸν ταῦτα βουλεύσαντα δεῖ ἀπόλλυσθαι , ἢ σὲ τὸν ἐμὲ γυμνήν θεησάμενον καὶ ποιήσαντα οὐ νομιζόμενα .” ὁ δὲ Γύγης τέως μὲν ἀπεθώμαζε τὰ λεγόμενα , μετὰ δὲ ἱκέτευε μή μιν ἀναγκαίῃ ἐνδέειν διακρῖναι τοιαύτην αἵρεσιν .
1.11.4 οὔκων δὴ ἔπειθε , ἀλλʼ ὥρα ἀναγκαίην ἀληθέως προκειμένην ἢ τὸν δεσπότεα ἀπολλύναι ἢ αὐτὸν ὑπʼ ἄλλων ἀπόλλυσθαι · αἱρέεται αὐτὸς περιεῖναι . ἐπειρώτα δὴ λέγων τάδε · “ἐπεί με ἀναγκάζεις δεσπότεα τὸν ἐμὸν κτείνειν οὐκ ἐθέλοντα , φέρε ἀκούσω τέῳ καὶ τρόπῳ ἐπιχειρήσομεν αὐτῷ .”
1.11.5 ἡ δὲ ὑπολαβοῦσα ἔφη · “ἐκ τοῦ αὐτοῦ μὲν χωρίου ἡ ὁρμή ἔσται ὅθεν περ καὶ ἐκεῖνος ἐμὲ ἐπεδέξατο γυμνήν , ὑπνωμένῳ δὲ ἡ ἐπιχείρησις ἔσται .”
ch. 12
1.12.1
ch. 13
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.10.2 | Hdt. 1.11.5 (English) | >>Hdt. 1.14.1 |